Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰς δὲ κιθαρῳδίας οἱ περὶ τὸν ἐξ
Ἰταλίας Οἰνώναν, ὃς καὶ Κύκλωπα εἰσήγαγε τερετίζοντα καὶ ναυαγὸν
Ὀδυσσέα σολοικίζοντα, ὁ αὐτός φησι. Διοπείθης δὲ ὁ Λοκρός, ὥς φησι Φανόδημος, παραγενόμενος εἰς Θήβας καὶ ὑποζωννύμενος οἴνου κύστεις μεστὰς καὶ γάλακτος καὶ ταύτας ἀποθλίβων ἀνιμᾶν ἔλεγεν ἐκ τοῦ στόματος. τοιαῦτα ποιῶν ηὐδοκίμει καὶ Νοήμων ὁ ἠθολόγος. ἔνδοξοι δ᾽ ἦσαν καὶ παρ᾽ Ἀλεξάνδρῳ θαυματοποιοὶ Σκύμνος ὁ Ταραντῖνος, Φιλιστίδης ὁ Συρακούσιος, Ἡράκλειτος ὁ Μιτυληναῖος. γεγόνασι δὲ καὶ πλάνοι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.