πρὸς ὃν ὁ Κύνουλκος ἀεὶ τῷ Σύρῳ ἀντικορυσσόμενος καὶ οὐδέποτε τῆς φιλονεικίας παυόμενος ἧς εἶχε πρὸς αὐτόν, ἐπεὶ θόρυβος κατεῖχεν τὸ συμπόσιον, ἔφη: ‘τίς οὗτος ὁ τῶν συρβηνέων χορός; καὶ αὐτὸς δὲ τούτων τῶν ἐπῶν μεμνημένος τινῶν ἐρῶ, ἵνα μὴ ὁ Οὐλπιανὸς βρενθύηται ὡς ἐκ τῶν ἀποθέτων τοῖς Ὁμηρίδαις μόνος ἀνασπάσας τὰ κοττάβεια :
“ ὕμνους οἰνοχοεῖν ἐπιδέξια σοί τε καὶ ἡμῖν
τόν τε σὸν ἀρχαῖον τηλεδαπόν τε φίλον
εἰρεσίῃ γλώσσης ἀποπέμψομεν εἰς μέγαν αἶνον
τοῦδ᾽ ἐπὶ συμποσίου: δεξιότης τε λόγου
Φαίακος Μουσῶν ἐρέτας ἐπὶ σέλματα πέμπει. ” κατὰ γὰρ τὸν νεώτερον Κρατῖνον, ὃς ἐν Ὀμφάλῃ φησὶν—
πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα
κρεῖττον: μάχαι δ᾽ ἄλλοισι καὶ πόνοι μέλοι.
εἰς τὴν παροῦσαν ζήτησιν ἐπιτήδεια ὄντα. ὁρῶ [p. 86] γὰρ καὶ τοὺς παῖδας ἤδη φέροντας ἡμῖν στεφάνους καὶ μύρα. διὰ τί δὲ λέγονται, τῶν ἐστεφανωμένων ἐὰν λύωνται οἱ στέφανοι, ὅτι ἐρῶσιν; τοῦτο γὰρ ἐν παισὶ τὰ Καλλιμάχου ἀναγινώσκων ἐπιγράμματα, ὧν ἐστι καὶ τοῦτο, ἐπεζήτουν μαθεῖν, εἰπόντος τοῦ Κυρηναίου:
ἀγγελίας ἀγαθῆς δεῦρ᾽ ἴτε πευσόμενοι
καὶ κυλίκων ἔριδας διαλύσατε καὶ κατάθεσθε
τὴν ξύνεσιν παρ᾽ ἐμοὶ καὶ τάδε μανθάνετε,
σὸν οὖν ἐστιν, ὦ μουσικώτατε, τὴν χιλιέτη μου ταύτην ζήτησιν ἀπολύσασθαι, Δημόκριτε, καὶ διά τί οἱ ἐρῶντες στεφανοῦσι τὰς τῶν ἐρωμένων θύρας.’
τὰ δὲ ῥόδα φυλλοβολεῦντα
τὠνδρὸς ἀπὸ στεφάνων πάντ᾽ ἐγένοντο χαμαί.