previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. ἦν δέ τι καὶ ἄλλο κοτταβίων εἶδος προτιθέμενον ἐν ταῖς παννυχίσιν, οὗ μνημονεύει Καλλίμαχος ἐν Παννυχίδι διὰ τούτων

δ᾽ ἀγρυπνήσας ... μέχρι τῆς κορώνης: τὸν πυραμοῦντα λήψεται
καὶ τὰ κοττάβεια καὶ τῶν παρουσῶν ἣν θέλει χὂν θέλει φιλήσει.
ἐγίνετο δὲ καὶ πεμμάτιά τινα ἐν ταῖς παννυχίσιν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες: καὶ διωνομάζετο τὰ πεμμάτια τότε χαρίσιοι ἀπὸ τῆς τῶν ἀναιρουμένων χαρᾶς. μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι λέγων οὑτωσί:

καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια,
εἶθ᾽ ἑξῆς φησιν

ἐξεπήδησ᾽ ἀρτίως πέττουσα τὸν χαρίσιον. [p. 82]
ὅτι δὲ καὶ φίλημα ἦν ἆθλον ἑξῆς λέγει Εὔβουλος:

εἶεν, γυναῖκες: νῦν ὅπως τὴν νύχθ᾽ ὅλην
ἐν τῇ δεκάτῃ τοῦ παιδίου χορεύσετε:
θήσω δὲ νικητήριον τρεῖς ταινίας
καὶ μῆλα πέντε καὶ φιλήματ᾽ ἐννέα.
Ὅτι δὲ ἐσπούδαστο παρὰ τοῖς Σικελιώταις κότταβος δῆλον ἐκ τοῦ καὶ οἰκήματα ἐπιτήδεια τῇ παιδιᾷ κατασκευάζεσθαι, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τῷ περὶ ' Ἀλκαίου, οὐκ ἀπεικότως οὖν οὐδ᾽ Καλλίμαχος Σικελὴν τὴν λάταγα προσηγόρευσεν. μνημονεύει τῶν λατάγων καὶ τῶν κοττάβων καὶ Χαλκοῦς καλούμενος Διονύσιος ἐν τοῖς Ἐλεγείοις διὰ τούτων

κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες
ἡμεῖς προστίθεμεν γυμνασίῳ Βρομίου,
κώρυκον. οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες
ἐς σφαίρας κυλίκων καὶ πρὶν ἐκεῖνον ἰδεῖν,6
ὄμματι βηματίσαισθε τὸν αἰθέρα τὸν κατὰ κλίνην,8
εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτατέαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: