Κλέαρχος δ᾽ ἐν β᾽ Βίων “ ὅρα, φησίν, τοὺς τὸ [p. 148] κοσμοσανδάλοις ἀνείροντας Λακεδαιμονίους, οἳ τὸν παλαιότατον τῆς πολιτικῆς κόσμον συμπατήσαντες ἐξετραχηλίσθησαν. διόπερ καλῶς περὶ αὐτῶν εἴρηκεν ὁ κωμῳδιοποιὸς Ἀντιφάνης ἐν Κιθαριστῇ:
κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
λειρίοις, ῥόδοις, κρίνεσιν,6 κοσμοσανδάλοις.
” Ἱκέσιος δ᾽ ἐν δευτέρῳ περὶ Ὕλης τὸ λευκόιον φησι μεσότητά τινα ἔχειν ἐν τῷ στύφειν, πολὺ δ᾽ ἀρίστην εὐωδίαν καὶ δυναμένην τέρπειν, ἀλλὰ πρὸς ὀλίγιστον. ‘τὸ δὲ μέλαν. φησί, τὴν μὲν αὐτὴν θεωρίαν ἔχει, εὐῶδες δ᾽ ἐστὶ πολὺ μᾶλλον.’ Ἀπολλόδωρος δὲ ἐν τῷ περὶ Θηρίων φησί: ‘ χαμαίπιτυν, οἱ δὲ ὁλόκυρον, οἱ δὲ Ἀθήνησιν ἰωνιάν, οἱ δὲ κατ᾽ Εὔβοιαν σιδηρῖτιν.’ Νίκανδρος δ᾽ ἐν δευτέρῳ Γεωργικῶν τὰ δὲ ἔπη ὀλίγον ὕστερον παραθήσομαι, ὅταν περὶ πάντων τῶν στεφανωματικῶν ἀνθῶν διεξέρχωμαι τὸ ἴον, φησίν, Ἰωνιάδες τινὲς νύμφαι Ἴωνι ἐχαρίσαντο πρώτῳ. τὸν δὲ Νάρκισσον ἐν τῷ σ᾽ περὶ Φυτῶν Ἱστορίας ὁ Θεόφραστος καλεῖσθαί φησι καὶ λείριον. εἶθ᾽ ὑποβὰς ὡς διαλλάσσοντα τίθησιν νάρκισσαν καὶ [p. 150] λείριον. Εὔμαχος δ᾽ ὁ Κορκυραῖος ἐν Ῥιζοτομικῷ καὶ ἀκακαλλίδα φησὶ καλεῖσθαι τὸν νάρκισσον καὶ κρόταλον. τοῦ δὲ ἡμεροκαλλοῦς καλουμένου ἄνθους, ὃ τὴν μὲν νύκτα μαραίνεται, ἅμα δὲ τῷ ἡλίῳ ἀνατέλλοντι θάλλει, μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς λέγων οὕτως :
οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε;
νῦν δ᾽ ὁμηρεύουσ᾽ ἔχοντες πορφυροῦς κεκρυφάλους;
τῆς δ᾽ ἑρπύλλου, φησὶ Θεόφραστος, τὴν ἄγριον κομίζοντες ἐκ τῶν ὀρῶν φυτεύουσιν ἐν Σικυῶνι καὶ Ἀθήνησιν ἐκ τοῦ Ὑμηττοῦ. παρ᾽ ἄλλοις δὲ ὅλα ὄρη πλήρη ἐστὶ τοῦ ἄνθους, καθάπερ ἐν Θρᾴκῃ. Φιλῖνος δέ φησιν αὐτὴν ζυγίδα καλεῖσθαι. περὶ δὲ τῆς λυχνίδος, λέγων Ἀμερίας ὁ Μακεδὼν ἐν τῷ Ῥιζοτομικῷ φησιν ἀναφῦναι αὐτὴν ἐκ τῶν Ἀφροδίτης λουτρῶν ὅτε Ἡφαίστῳ συγκοιμηθεῖσα ἡ Ἀφροδίτη λούοιτο. εἶναι δ᾽ ἀρίστην ἐν Κύπρῳ καὶ Λήμνῳ, ἔτι δὲ Στρογγύλῃ καὶ Ἔρυκι καὶ Κυθήροις. ἡ δ᾽ ἶρις, φησὶ Θεόφραστος, ἀνθεῖ τοῦ θέρους μόνη τε τῶν Εὐρωπαίων ἀνθέων εὔοσμος ἐστίν. ἀρίστη δ᾽ ἐστὶν ἐν Ἰλλυριοῖς τοῖς ἀνῳκισμένοις τῆς θαλάσσης. Φιλῖνος δέ φησι τὰ ἄνθη τῆς ἴριδος λέγεσθαι λύκους διὰ τὸ ἐμφερῆ εἶναι λύκου χείλεσι. Νικόλαος δ᾽ ὁ Δαμασκηνὸς ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν πρὸς ταῖς ἑκατὸν περὶ τὰς [p. 152] Ἄλπεις λίμνην τινά φησιν εἶναι πολλῶν σταδίων οὖσαν, ἧς περὶ τὸν κύκλον πεφυκέναι δι᾽ ἔτους ἄνθη ἥδιστα καὶ εὐχρούστατα, ὅμοια ταῖς καλουμέναις κάλχαις. τῶν δὲ καλχῶν μέμνηται καὶ Ἀλκμὰν ἐν τούτοις:
ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ.
μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ.
χρύσιον ὅρμον ἔχων ῥαδινᾶν πετάλοισι καλχᾶν.