ὄντως δ᾽ ἦν ὡς ἀληθῶς κίμβιξ ὁ Σιμωνίδης καὶ αἰσχροκερδής, ὡς Χαμαιλέων φησίν. ἐν [p. 20] Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθ᾽ ἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω ὁ Σιμωνίδης τῶν παρ᾽ ἐκείνου πεμπομένων ἑαυτῷ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δέ τινος τὴν αἰτίαν ‘ ὅπως, εἶπεν, ἥ τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ ἐμὴ κοσμιότης.’ οὔθατος δὲ Τηλεκλείδης ἐν Στερροῖς οὕτως μνημονεύει:
οὐδὲ γὰρ οὐδ᾽ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο.
ὑπογάστριον δ᾽ αὐτὸ ὠνόμασεν Ἀντίδοτος ἐν Μεμψιμοίρῳ.
ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φέρω.