ἀλλὰ μὴν οὐδὲ τῆς κώμης ἀμνήμων εἰμὶ ἣν Πλακοῦντά φησι καλεῖσθαι Δημήτριος ὁ Σκήψιος ἐν δωδεκάτῳ Τρωικοῦ Διακόσμου, τῶν Ὑποπλακίων Θηβῶν φάσκων αὐτὴν ἀπέχειν σταδίους ἕξ. περισπαστέον δὲ λέγοντας πλακοῦς τὴν ὀνομαστικὴν συνῄρηται γὰρ ἐκ τοῦ πλακόεις, ὡς τυρόεις τυροῦς, σησαμόεις σησαμοῦς. εἴρηται δὲ κατ᾽ ἔλλειψιν τοῦ ἄρτος. ὅτι δὲ καλοὺς πλακοῦντας ἐν Παρίῳ τοῦ ῾ Ἑλλησπόντου φαγεῖν ἔστιν οἱ ἐπιδημήσαντες μαρτυρήσουσιν. Ἄλεξις γὰρ πεπλάνηται λέγων τοὺς ἐκ Πάρου: λέγει δὲ οὕτως ἐν τῷ ἐπιγραφομένῳ Ἀρχιλόχῳ:
μόνος δ᾽ ἄγευστος,
ἄσπλαγχνος ἐνιαυτίζομαι, ἀπλάκουντος, ἀλιβάνωτος.
ὅτι δὲ καὶ οἱ Σάμιοι διαφέροντές εἰσι πλακοῦντες Σώπατρος ὁ φλυακογράφος φησὶν ἐν Βακχίδος Μνηστῆρσιν
ὦ τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ,
ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν,
κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας.
πλακουντοποιὸν ὠνομασμένην Σάμον.