[p. 426] Θεόφιλος δ᾽ ὁ κωμικὸς ἐν Νεοπτολέμῳ καὶ τὸ τῇ μαγάδιδι ψάλλειν μαγαδίζειν λέγει ἐν τούτοις:
ἀλλ᾽ εἶα, Λυδαὶ ψάλτριαι, παλαιθέτων
ὕμνων ἀοιδοί, τὸν ξένον κοιμήσατε.
Εὐφορίων δὲ ἐν τῷ περὶ Ἰσθμίων παλαιὸν μέν φησι τὸ ὄργανον εἶναι τὴν μάγαδιν, μετασκευασθῆναι δ᾽ ὀψέ ποτε καὶ σαμβύκην μετονομασθῆναι. πλεῖστον δ᾽ εἶναι τοῦτο τὸ ὄργανον ἐν Μιτυλήνῃ, ὡς καὶ μίαν τῶν Μουσῶν ἔχουσαν αὐτὸ ὑπὸ Λεσβοθέμιδος ποιηθῆναι ἀρχαίου ἀγαλματοποιοῦ. Μέναιχμος δ᾽ ἐν τοῖς περὶ Τεχνιτῶν τὴν πηκτίδα, ἣν τὴν αὐτὴν εἶναι τῇ μαγάδιδι, Σαπφώ φησιν εὑρεῖν. Ἀριστόξενος δὲ τὴν μάγαδιν καὶ τὴν πηκτίδα χωρὶς πλήκτρου διὰ ψαλμοῦ παρέχεσθαι τὴν χρείαν. ὅπερ καὶ Πίνδαρον εἰρηκέναι ἐν τῷ πρὸς Ἱέρωνα σκολίῳ, τὴν μάγαδιν ὀνομάσαντα ‘ ψαλμὸν ἀντίφθογγον,’ διὰ τὸ διὰ δύο γενῶν ἅμα καὶ διὰ πασῶν ἔχειν τὴν συνῳδίαν ἀνδρῶν τε καὶ παίδων. καὶ Φρύνιχος δ᾽ ἐν Φοινίσσαις εἴρηκε:
πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα
ἐστὶν μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους:
οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾁσεται μέλος.
καὶ Σοφοκλῆς ἐν Μυσοῖς:
ψαλμοῖσιν ἀντίσπαστ᾽ ἀείδοντες μέλη. [p. 428]
πολὺς δὲ Φρὺξ τρίγωνος, ἀντίσπαστά τε
Λυδῆς ἐφύμνει πηκτίδος συγχορδία.