ὅτι δὲ πρὸς τὴν μουσικὴν οἰκειότατα διέκειντο οἱ ἀρχαῖοι δῆλον καὶ ἐξ Ὁμήρου: ὃς διὰ τὸ μεμελοποιηκέναι πᾶσαν ἑαυτοῦ τὴν ποίησιν ἀφροντιστὶ πολλοὺς ἀκεφάλους ποιεῖ στίχους καὶ λαγαρούς, ἔτι δὲ μειούρους. Ξενοφάνης δὲ καὶ Σόλων καὶ Θέογνις καὶ Φωκυλίδης, ἔτι δὲ Περίανδρος ὁ Κορίνθιος ἐλεγειοποιὸς καὶ τῶν λοιπῶν οἱ μὴ προσάγοντες πρὸς τὰ ποιήματα μελῳδίαν ἐκπονοῦσι τοὺς στίχους τοῖς ἀριθμοῖς καὶ τῇ τάξει τῶν μέτρων καὶ σκοποῦσιν ὅπως αὐτῶν μηθεὶς μήτε ἀκέφαλος ἔσται μήτε λαγαρὸς μήτε μείουρος. ἀκέφαλοι δέ εἰσιν οἱ ἐπὶ τῆς ἀρχῆς τὴν χωλότητα ἔχοντες :
εἴτ᾽ οὖν σοφιστὴς σκαιὰ παραπαίων χέλυν.
λαγαροὶ δὲ οἱ ἐν μέσῳ, οἷον [p. 414]
ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο:
ἐπίτονος τετάνυστο βοὸς ἶφι κταμένοιο.
μείουροι δ᾽ εἰσὶν οἱ ἐπὶ τῆς ἐκβολῆς, οἷον
αἶψα δ᾽ ἄρ᾽ Αἰνείαν φίλον υἱὸν Ἀγχίσαο.
τῶν αὖθ᾽ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε.
Τρῶες δ᾽ ἐρρίγησαν ὅπως ἴδον αἴολον ὄφιν.
καλὴ Κασσιέπεια θεοῖς δέμας ἐοικυῖα.
τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ἤια.