previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

26. Ἀμφίων δ᾽ Θεσπιεὺς ἐν δευτέρῳ περὶ τοῦ ἐν Ἑλικῶνι Μουσείου ἄγεσθαί φησιν ἐν Ἑλικῶνι παίδων ὀρχήσεις μετὰ σπουδῆς, παρατιθέμενος ἀρχαῖον Ἐπίγραμμα τόδε:

ἀμφότερ᾽, ὠρχεύμην τε καὶ ἐν Μώσαις ἐδίδασκον
ἄνδρας: δ᾽ αὐλητὰς ἦν Ἄνακος Φιαλεύς.
εἰμὶ δὲ Βακχιάδας Σικυώνιος. ῥα θεοῖσι
ταῖς Σικυῶνι καλὸν τοῦτ᾽ ἀπέκειτο γέρας. [p. 392]
ου᾽ κακῶς δὲ καὶ Καφισίας αὐλητής, ἐπιβαλλομένου τινὸς τῶν μαθητῶν αὐλεῖν μέγα καὶ τοῦτο μελετῶντος, πατάξας εἶπεν οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἶναι, ἀλλὰ ἐν τῷ εὖ τὸ μέγα. ἐστὶ δὲ καὶ τὰ τῶν ἀρχαίων δημιουργῶν ἀγάλματα τῆς παλαιᾶς ὀρχήσεως λείψανα: διὸ καὶ συνέστη τὰ κατὰ τὴν χειρονομίαν ἐπιμελεστέρως διὰ ταύτην τὴν αἰτίαν. ἐζήτουν γὰρ κἀν ταύτῃ κινήσεις καλὰς καὶ ἐλευθερίους, ἐν τῷ εὖ τὸ μέγα περιλαμβάνοντες: καὶ τὰ σχήματα μετέφερον ἐντεῦθεν εἰς τοὺς χορούς, ἐκ δὲ τῶν χορῶν εἰς τὰς παλαίστρας, καὶ γὰρ ἐν τῇ μουσικῇ κἀν τῇ τῶν σωμάτων ἐπιμελείᾳ περιεποιοῦντο τὴν ἀνδρείαν καὶ πρὸς τὰς ἐν τοῖς ὅπλοις κινήσεις ἐγυμνάζοντο μετὰ ᾠδῆς: ὅθεν ἐκινήθησαν αἱ καλούμεναι πυρρίχαι καὶ πᾶς τοιοῦτος τρόπος τῆς ὀρχήσεως: πολλαὶ γὰρ αἱ ὀνομασίαι αὐτῶν, ὡς παρὰ Κρησὶν ὀρσίτης καὶ ἐπικρήδιος. τὴν δ᾽ ἀπόκινον καλουμένην ὄρχησιν, ἧς μνημονεύει Κρατῖνος ἐν Νεμέσει καὶ Κηφισόδωρος ἐν Ἀμαζόσιν 'ι Ἀριστοφάνης τ᾽ ἐν [p. 394] Κενταύρῳ καὶ ἄλλοι πλείονες, ὕστερον μακτρισμὸν ὠνόμασαν: ἣν καὶ πολλαὶ γυναῖκες ὠρχοῦντο, ἃς καὶ μακτριστρίας ὀνομαζομένας οἶδα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: