κατὰ τὸν ἥδιστον Ἀντιφάνην, ὃς ἐν τῷ Φιλοθηβαίῳ φησίν:
τί, ὦ πόνηρ᾽Σ32, ἕστηκας ἐν πύλαις ἔτι,
ἀλλ᾽ οὐ βαδίζεις; τοῖσδε γενναίως πάλαι
διεσπάρακται θερμὰ χηνίσκων μέλη,
διερράχισται σεμνὰ δελφάκων κρέα,
κατηλόηται γαστρὸς οὑν μέσῳ κύκλος
κατῃσίμωται πάντα τἀκροκώλια, [p. 356]
νενωγάλισται σεμνὸς ἀλλᾶντος τόμος,
παρεντέτρωκται τευθὶς ἐξωπτημένη,
παρεγκέκαπται κρανί᾽ ἐννέ᾽ ἢ δέκα.
ὥστ᾽ εἴ τι βούλει τῶν λελειμένων φαγεῖν,
ἔπειγ᾽ ἔπειγε, μὴ ποθ᾽ ὡς λύκος χανὼν
καὶ τῶνδ᾽ ἁμαρτὼν ὕστερον σαυτὸν δάκνῃς.
πάντ᾽ ἐστὶν ἡμῖν
καὶ ὃς. πάνυ ἐμμελέστατα ἀπαντήσας αὐτῷ ἀνεφώνησε τὰ ἐκ τοῦ Κλεάρχου Κιθαρῳδοῦ τάδε: [p. 360]
ἥ τε γὰρ συνώνυμος
τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία
τμηθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης
χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται,
προσκάεθ᾽, ὥστε μηδ᾽ ἂν εἰ χαλκοῦς ἔχων
μυκτῆρας εἰσέλθοι τις, ἐξελθεῖν πάλιν
εἰκῇ:: τοσαύτην ἐξακοντίζει πνοήν.
β. λέγεις μάγειρον ζῶντα. α. πλησίον δέ γε
ταύτης ἄσιτος ἡμέραν καὶ νύχθ᾽ ὅλην [p. 358]
κεστρεὺς λοπισθείς, ἁλσὶ πασθείς, ἐκστραφείς,
χρωσθείς, ὁμοῦ τι πρὸς τέλος δρόμου περῶν,
σίζει κεκραγώς, παῖς δ᾽ ἐφέστηκε ῥανῶν
ὄξει, Λίβυς τε καυλὸς ἐξηρασμένος
ἀκτῖσι θείαις σιλφίου παραστατεῖ.
β. εἶτ᾽ οὐκ ἐπῳδούς φασιν ἰσχύειν τινές;
ἐγὼ γὰρ ἤδη τρεῖς ὁρῶ μασωμένους,
σοῦ ταῦτα συστρέφοντος. α. ἥ τε σύννομον
τῆς κυφονώτου σῶμ᾽ ἔχουσα σηπίας,
ξιφηφόροισι χερσὶν ἐξωπλισμένη
τευθίς, μεταλλάξασα λευκαυγῆ φύσιν
σαρκὸς πυρωτοῖς ἀνθράκων ῥαπίσμασιν,
ξανθαῖσιν αὔραις σῶμα πᾶν ἀγάλλεται,
δείπνου προφήτην λιμὸν ἐκκαλουμένη.
ὥστε γ᾽ εἴσιθι,
μὴ μέλλε, χώρει. δεῖ γὰρ ἠριστηκότας
πάσχειν, ἐάν τι καὶ παθεῖν ἡμᾶς δέῃ.
κρότου δ᾽ ἐπὶ τούτοις γενομένου καὶ πάντων ὁμοθυμαδὸν αὐτὸν καλεσάντων εἰσελθὼν καὶ πιὼν ἀναλαβών τε τὴν κιθάραν εἰς τοσοῦτον ἡμᾶς ἧσεν ὡς πάντας θαυμάζειν τήν τε κιθάρισιν μετὰ τῆς τέχνης ταχίστην οὖσαν καὶ τῆς φωνῆς τὴν ἐμμέλειαν. ἐμοὶ μὲν γὰρ οὐδὲν ἐλάττων εἶναι νομίζεται τοῦ παλαιοῦ Ἀμοιβέως, ὅν φησιν Ἀριστέας ἐν τῷ περὶ Κιθαρῳδῶν ἐν Ἀθήναις κατοικοῦντα καὶ πλησίον τοῦ θεάτρου οἰκοῦντα, εἰ ἐξέλθοι ᾀσόμενος, τάλαντον Ἀττικὸν τῆς ἡμέρας λαμβάνειν. ”
γόγγρων τε λευκῶν πᾶσι τοῖς κολλώδεσι
βρόχθιζε. τούτοις γὰρ τρέφεται τὸ πνεῦμα καὶ
τὸ φωνάριον ἡμῶν περίσαρκον γίνεται.