previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

74. Ἀγαθαρχίδης δ᾽ ἐν τῇ ἑκκαιδεκάτῃ Εὐρωπιακῶν Μάγαν φησὶ τὸν Κυρήνης βασιλεύσαντα ἔτη πεντήκοντα ἀπολέμητον γενόμενον καὶ τρυφῶντα κατάσαρκον γενέσθαι ἐκτόπως τοῖς ὄγκοις κατὰ τὸν ἔσχατον καιρὸν καὶ ὑπὸ τοῦ πάχους ἀποπνιγῆναι δι᾽ ἀργίαν σώματος καὶ τῷ προσφέρεσθαι πλῆθος τροφῆς, παρὰ δὲ Λακεδαιμονίοις αὐτὸς ἱστορεῖ διὰ τῆς ἑβδόμης καὶ εἰκοστῆς οὐ τῆς τυχούσης ἀδοξίας νομίζεσθαι, εἴ τις τὸ σχῆμα ἀνανδρότερον ἔχων τὸν ὄγκον τοῦ σώματος προπετῆ ἐφαίνετο, γυμνῶν κατὰ δέκα ἡμέρας παρισταμένων τοῖς ἐφόροις τῶν νέων. καθεώρων δ᾽ οἱ ἔφοροι καὶ καθ᾽ ἑκάστην ἡμέραν καὶ τὰ περὶ τὴν ἔνδυσιν καὶ τὴν στρωμνὴν τῶν νέων εἰκότως. καὶ γὰρ ὀψοποιοὶ ἦσαν παρὰ Λακεδαιμονίοις κρέως σκευασίας, ἄλλου δ᾽ οὐδενός. κἀν τῇ δὲ ἑβδόμῃ καὶ εἰκοστῇ Ἀγαθαρχίδης ἔφη ὡς Λακεδαιμόνιοι Ναυκλείδην τὸν Πολυβιάδου παντελῶς ὑπερσαρκοῦντα τῷ σώματι καὶ παχὺν διὰ τρυφὴν γενόμενον καταβιβάσαντες εἰς μέσην τὴν ἐκκλησίαν καὶ Λυσάνδρου [p. 498] πολλὰ ὀνειδίσαντος ἐν τῷ κοινῷ ὡς τρυφῶντι παρ᾽ ὀλίγον ἐξέβαλον ἐκ τῆς πόλεως, ἀπειλήσαντες τοῦτο ποιήσειν εἰ μὴ τὸν βίον ἐπανορθώσοιτο,1 εἰπόντος τοῦ Λυσάνδρου ὅτι καὶ Ἀγησίλαος, ὅτε διέτριβεν περὶ τὸν Ἑλλήσποντον πολεμῶν τοῖς βαρβάροις, ὁρῶν τοὺς Ἀσιαγενεῖς ταῖς μὲν στολαῖς πολυτελῶς ἠσκημένους, τοῖς σώμασιν δ᾽ οὕτως ἀχρείους ὄντας, γυμνοὺς πάντας ἐκέλευσε τοὺς ἁλισκομένους ἐπὶ τὸν κήρυκα ἄγειν καὶ χωρὶς πωλεῖν τὸν τούτων ἱματισμόν, ὅπως οἱ σύμμαχοι γιγνώσκοντες διότι πρὸς μὲν ἆθλα μεγάλα, πρὸς δ᾽ ἄνδρας εὐτελεῖς ἀγὼν συνέστηκε, προθυμότερον ταῖς ψυχαῖς ὁρμῶσιν ἐπὶ τοὺς ἐναντίους, καὶ Πύθων δ᾽ Βυζάντιος ῥήτωρ, ὡς Λέων ἱστορεῖ πολίτης αὐτοῦ, πάνυ ἦν παχὺς τὸ σῶμα: καί τοῖς πολίταις ποτὲ στασιάζουσι πρὸς ἀλλήλους παρακαλῶν εἰς φιλίαν ἔλεγενὁρᾶτέ με, ἄνδρες πολῖται, οἷός εἰμι τὸ σῶμα: ἀλλὰ καὶ γυναῖκα ἔχω πολλῷ ἐμοῦ παχυτέραν. ὅταν οὖν ὁμονοῶμεν, καὶ τὸ τυχὸν ἡμᾶς σκιμπόδιον δέχεται: ἐὰν δὲ στασιάσωμεν, οὐδὲ σύμπασα οἰκίαπόσῳ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: