Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐστιν εἶναι μέν τι μὴ ὂν δ᾽ εἶναι, καὶ εἶναι μὲν οὐκ ὄντα δ᾽ εἶναι, λεγόντων ἀτοπώτατόν ἐστι τὸ ἐπὶ τοῦ παντὸς λεγόμενον. κενὸν γὰρ ἄπειρον
ἔξωθεν τῷ κόσμῳ περιθέντες οὔτε σῶμα τὸ πᾶν
[p. 326]
οὔτ᾽ ἀσώματον εἶναι λέγουσιν. ἕπεται δὲ τούτῳ τὸ
μὴ ὂν εἶναι τὸ πᾶν ὄντα γὰρ μόνα τὰ σώματα καλοῦσιν, ἐπειδὴ ὄντος τὸ ποιεῖν τι καὶ πάσχειν,
τὸ δὲ πᾶν οὐκ ὄν ἐστιν: ὥστε οὔτε τι ποιήσει οὔτε τι
πείσεται τὸ πᾶν. ἀλλ᾽ οὐδ᾽ ἐν τόπῳ ἔσται: σῶμα γὰρ δήπου τὸ ἐπέχον τόπον, οὐ σῶμα δὲ τὸ πᾶν,
ὥστ᾽ οὐδαμοῦ τὸ πᾶν. καὶ μὴν ᾧ τὸν αὐτὸν ἐπέχειν τόπον συμβέβηκε, τοῦτο τὸ μένον: ὥστ᾽ οὐ μένει τὸ πᾶν οὐ γὰρ ἐπέχει τόπον. ἀλλ᾽ οὐδὲ
κινεῖται πρῶτον ὅτι καὶ τῷ κινουμένῳ τόπου δεῖ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.