Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦτ᾽ οὖν ὁ Χρύσιππος, ὁ γέρων, ὁ φιλόσοφος, ὁ τὸν βασιλικὸν καὶ πολιτικὸν ἐπαινῶν βίον, τὸν δὲ
σχολαστικὸν οὐδὲν οἰόμενος τοῦ ἡδονικοῦ διαφέρειν.
ὅσοι δ᾽ ἄλλοι πολιτείᾳ προσίασιν, ἔτι μᾶλλον ἐναντιοῦνται τοῖς αὑτῶν δόγμασι: καὶ γὰρ ἄρχουσι καὶ δικάζουσι καὶ συμβουλεύουσι καὶ νομοθετοῦσι καὶ κολάζουσι καὶ τιμῶσιν ὡς πόλεων οὐσῶν ἐν
αἷς πολιτεύονται, βουλευτῶν δὲ καὶ δικαστῶν ἀεὶ τῶν λαγχανόντων, στρατηγῶν δὲ τῶν χειροτονουμένων, νόμων δὲ τῶν Κλεισθένους καὶ Λυκούργου
καὶ Σόλωνος, οὓς φαύλους καὶ ἀνοήτους γεγονέναι λέγουσιν. ὥστε καὶ πολιτευόμενοι μάχονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.