Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπιστρέφει καὶ συμπεραίνει τὴν ἐγκύκλιον φορὰν περὶ τὸ μένον ἀεὶ μάλιστα ψαύουσαν τοῦ ὄντος. διὸ καὶ δυσανάκρατος ἡ κοινωνία γέγονεν αὐτῶν,
τῷ ἀμερίστῳ τὸ μεριστὸν καὶ τῷ: μηδαμῇ κινητῷ
τὸ πάντῃ φορητὸν μιγνύουσα καὶ καταβιαζομένη
θάτερον εἰς ταὐτὸν συνελθεῖν. ἦν δὲ τὸ θάτερον
οὐ κίνησις ὥσπερ οὐδὲ ταὐτὸν στάσις, ἀλλ᾽ ἀρχὴ διαφορᾶς καὶ ἀνομοιότητος. ἑκάτερον γὰρ ἀπὸ τῆς
ἑτέρας ἀρχῆς κάτεισι, τὸ μὲν ταὐτὸν ἀπὸ τοῦ ἑνὸς
τὸ δὲ θάτερον ἀπὸ τῆς δυάδος: καὶ μέμικται πρῶτον
ἐνταῦθα περὶ τὴν ψυχήν, ἀριθμοῖς καὶ λόγοις συνδεθέντα καὶ μεσότησιν ἐναρμονίοις, καὶ ποιεῖ
[p. 174] θάτερον μὲν ἐγγενόμενον τῷ ταὐτῷ διαφοράν, τὸ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.