Click on a word to bring up parses, dictionary entries, and frequency statistics
συντάττεται δ᾽ ἐκείνοις, ἐφαπτομένη τοῖς μὲν χρόνοις τῶν ῥημάτων ταῖς δὲ πτώσεσι τῶν ὀνομάτων. οἱ δὲ διαλεκτικοὶ τὰ τοιαῦτα καλοῦσιν ἀνακλάστους, οἷον ὁ ‘φρονῶν’ ἀπὸ τοῦ ‘φρονίμου’ καὶ ὁ ‘σωφρονῶν’ ἀπὸ τοῦ ‘σώφρονος’ ἐστιν, ὡς ὀνομάτων καὶ προσηγοριῶν δύναμιν ἔχοντα.
τάς γε μὴν προθέσεις ἔστιν ἐπικράνοις καὶ βάσεσι καὶ ὑποθέμασιν, ὡς οὐ λόγους ἀλλὰ περὶ τοὺς λόγους μᾶλλον οὔσας, ὁμοιοῦν. ὅρα δὲ μὴ κόμμασι καὶ θραύσμασιν ὀνομάτων ἐοίκασιν, ὥσπερ γραμμάτων σπαράγμασι καὶ κεραίαις οἱ σπεύδοντες
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.