Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κίρκη. καὶ πολλούς, ὦ ποθούμεν᾽ Ὀδυσσεῦ. πρὸς τί δὲ τοῦτο ἐρωτᾷς; οδ. ὅτι νὴ Δία καλὴν ἄν μοι δοκῶ γενέσθαι φιλοτιμίαν πρὸς τοὺς Ἕλληνας, εἰ χάριτι σῇ λαβὼν τούτους, αὖθις εἰς ἀνθρώπους ἑταίρους ἀνασώσαιμι καὶ μὴ περιίδοιμι καταγηράσαντας παρὰ φύσιν ἐν σώμασι θηρίων, οἰκτρὰν καὶ ἄτιμον οὕτω δίαιταν ἔχοντας. κιρ. οὗτος ὁ ἀνὴρ οὐχ αὑτῷ μόνον οὐδὲ τοῖς ἑταίροις, ἀλλὰ τοῖς μηδὲν προσήκουσιν οἴεται δεῖν ὑπ᾽ ἀβελτερίας συμφορὰν γενέσθαι τὴν αὑτοῦ φιλοτιμίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.