previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αυτ. ταῦτα μέν, φίλετἀπὸ καρδίαςτῶν ἀνδρῶν ἐξείρηκας οὐ μὴν δοτέον, ὥσπερ δυστοκούσαις γυναιξί, περιάψασθαι τοῖς φιλοσόφοις ὠκυτόκιον, ἵνα ῥᾳδίως καὶ ἀταλαιπώρως τὸ δίκαιον ἡμῖν ἀποτέκωσιν. οὐδὲ γὰρ αὐτοὶ τῷ Ἐπικούρῳ διδόασιν ὑπὲρ τῶν μεγίστων σμικρὸν οὕτω πρᾶγμα καὶ φαῦλον, οἶμαι, ἄτομον παρεγκλῖναι μίαν ἐπὶ τοὐλάχιστον, ὅπως ἄστρα καὶ ζῷα καὶ τύχη παρεισέλθῃ καὶ τὸ ἐφ᾽ ἡμῖν μὴ ἀπόληται δεικνύναι δὲ τὸ ἄδηλον λαμβάνειν τι τῶν προδήλων καὶ προσήκει τὸ περὶ τῶν ζῴων ὑποτίθεσθαι πρὸς τὴν δικαιοσύνην, εἰ μήθ᾽ ὁμολογεῖται μήτ᾽ ἄλλως ἀποδεικνύουσιν. ἔχει γὰρ ἑτέραν ὁδὸν ἐκεῖ τὸ δίκαιον [p. 26] οὐ σφαλερὰν καὶ παράκρημνον οὕτω καὶ διὰ τῶν ἐναργῶν ἀνατρεπομένων ἄγουσαν, ἀλλ᾽ ἣν, Πλάτωνος ὑφηγουμένου, δείκνυσιν οὑμὸς υἱός, Σώκλαρε, σὸς δ᾽ ἑταῖρος, τοῖς μὴ φιλομαχεῖν ἕπεσθαι δὲ καὶ μανθάνειν βουλομένοις. ἐπεὶ τό γε μὴ παντάπασι καθαρεύειν ἀδικίας τὸν ἄνθρωπον οὕτω τὰ ζῷα μεταχειριζόμενον Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος ὡς ἀληθὲς προσδέχονται, πολλάκις ὀδυρόμενοι καὶ λοιδοροῦντες τὴν φύσιν, ὡς ἀνάγκην καὶ πόλεμον οὖσαν, ἀμιγὲς δὲ μηδὲν μηδ᾽ εἰλικρινὲς ἔχουσαν ἀλλὰ διὰ πολλῶν κἀδίκων παθῶν περαινομένην: ὅπου καὶ τὴν γένεσιν αὐτὴν ἐξ ἀδικίας συντυγχάνειν λέγουσι, τῷ θνητῷ συνερχομένου τοῦ ἀθανάτου, καὶ τρέφεσθαι τὸ γεννώμενον παρὰ φύσιν μέλεσι τοῦ γεννήσαντος ἀποσπωμένοις. οὐ μὴν ἀλλὰ ταῦτα μὲν ἄκρατα καὶ πικρὰ φαίνεται κατακόρως: ἑτέρα δ᾽ ἐστὶν ἐμμελὴς παρηγορία, μήτε τῶν ζῴων τὸν λόγον ἀφαιρουμένη καὶ σῴζουσα χρωμένων αὐτοῖς ὡς προσήκει τὸ δίκαιον: ἣν τῶν σοφῶν καὶ παλαιῶν εἰσαγόντων συστᾶσα λαιμαργία μεθ᾽ ἡδυπαθείας ἐξέβαλε καὶ ἠφάνισεν, αὖθις δὲ Πυθαγόρας ἀνελάμβανε, διδάσκων ὡφελεῖσθαι μὴ [p. 27] ἀδικοῦντας οὐ γὰρ ἀδικοῦσιν οἱ τὰ μὲν ἄμικτα καὶ βλαβερὰ κομιδῇ κολάζοντες καὶ ἀποκτιννύοντες, τὰ δ᾽ ἣμερα καὶ φιλάνθρωπα ποιούμενοι τιθασὰ καὶ συνεργὰ χρείας, πρὸς ἣν ἕκαστον εὖ πέφυκεν,
ἵππων ὄνων τ᾽ ὀχεῖα καὶ ταύρων γονάς,'
ὧν Αἰσχύλου Προμηθεὺςδοῦναιφησὶν ἡμῖνἀντίδουλα καὶ πόνων ἐκδέκτορα:'
κυσὶ δὲ χρώμενοι προφυλάττουσιν, αἶγάς τε καὶ ὄϊς ἀμελγόμενα καὶ κειρόμένα νέμοντες. οὐ γὰρ ἀναιρεῖται τὸ ζῆν οὐδὲ βίος ἀπόλλυται τοῖς ἀνθρώποις, ἂν μὴ λοπάδας ἰχθύων μηδ᾽ ἥπατα χηνῶν ἔχωσι μηδὲ βοῦς μηδ᾽ ἐρίφους κατακόπτωσιν ἐπ᾽ εὐωχίᾳ, μηδ᾽ ἀλύοντες ἐν θεάτροις μηδὲ παίζοντες ἐν θήραις τὰ μὲν ἀναγκάζωσι τολμᾶν ἄκοντα καὶ μάχεσθαι, τὰ δὲ μηδ᾽ ἀμύνεσθαι πεφυκότα διαφθείρωσι. τὸν γὰρ παίζοντα καὶ παιζόμενον οἶμαι συμπαίζουσι δεῖν χρῆσθαι καὶ ἱλαροῖς, οὐχ ὥσπερ Βίων ἔλεγε τὰ παιδάρια παίζοντα τῶν βατράχων τοῖς λίθοις ἐφίεσθαι, τοὺς δὲ βατράχους μηκέτι παίζοντας ἀλλ᾽ ἀληθῶς ἀποθνήσκειν, οὕτω κυνηγεῖν καὶ ἁλιεύειν, ὀδυνωμένοις τερπομένους καὶ ἀποθνήσκουσι, τοῖς δ᾽ ἀπὸ σκύμνων καὶ νεοσσῶν ἐλεεινῶς ἀγομένοις. οὐ γὰρ οἱ χρώμενοι ζῴοις ἀδικοῦσιν, ἀλλ᾽ οἱ χρώμενοι βλαβερῶς καὶ ὀλιγώρως καὶ μετ᾽ ὠμότητος. [p. 28]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: