previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτόβουλος. καὶ μὴν ἐκεῖθεν, φίλε Σώκλαρε, φασὶν ἥκειν ἐπ᾽ ἀνθρώπους τὴν ἀπάθειαν καὶ τὴν ἀγριότητα γευσαμένην φόνου καὶ προεθισθεῖσαν ἐν ταῖς ἄγραις καὶ τοῖς κυνηγεσίοις αἷμα καὶ τραύματα ζῴων μὴ δυσχεραίνειν ἀλλὰ χαίρειν σφαττομένοις καὶ ἀποθνήσκουσιν. εἶθ᾽ ὥσπερ ἐν Ἀθήναις πρῶτός τις ὑπὸ τῶν τριάκοντα συκοφάντης ἀποθανὼν ἐπιτήδειος ἐλέχθη, καὶ [p. 13] δεύτερος ὁμοίως καὶ τρίτος: ἐκ τούτου δὲ κατὰ μικρὸν ἢδη προϊόντες ἥπτοντο τῶν ἐπιεικῶν καὶ τέλος οὐδὲ τῶν ἀρίστων ἀπέσχοντο πολιτῶν: οὕτως πρῶτος ἄρκτον ἀνελὼν λύκον εὐδοκίμησε 1 καὶ βοῦς τις σῦς αἰτίαν ἔσχε προκειμένων ἱερῶν γευσάμενος ἐπιτήδειος ἀποθανεῖν ἔλαφοι δὲ τοὐντεῦθεν ἤδη καὶ λαγωοὶ καὶ δορκάδες ἐσθιόμενοι προβάτων καὶ κυνῶν ἐνιαχοῦ καὶ ἵππων κρέα προυξένησαν: ‘ τιθασὸν δὲ χῆνα καὶ περιστεράν, ἐφέστιον οἰκέτιντὸ Σοφοκλέους, οὐχ ὡς γαλαῖ καὶ αἴλουροι τροφῆς ἕνεκα διὰ λιμόν, ἀλλ᾽ ἐφ᾽ ἡδονῇ καὶ ὄψῳ διασπῶντες καὶ κατακόπτοντες ὅσον ἐστὶ τῇ φύσει φονικὸν καὶ θηριῶδες ἔρρωσαν καὶ πρὸς οἶκτον ἀκαμπὲς ἀπειργάσαντο, τοῦ δ᾽ ἡμέρου τὸ πλεῖστον ἀπήμβλυναν: ὥσπερ αὖ πάλιν οἱ Πυθαγορικοὶ τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιήσαντο πρὸς τὸ φιλάνθρωπον καὶ φιλοίκτιρμον: γὰρ συνήθεια δεινὴ τοῖς κατὰ μικρὸν ἐνοικειουμένοις πάθεσι πόρρω προαγαγεῖν τὸν ἄνθρωπον. ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως ἐν λόγοις γεγονότες λελήθαμεν οὔτε τῶν χθὲς ἡμῖν γεγονότων οὔτε τῶν τάχα δὴ γενησομένων σήμερον ἀπηρτημένοις. ἀποφηνάμενοι γὰρ ἐχθές, ὡς οἶσθα, μετέχειν ἁμωσγέπως πάντα τὰ ζῷα διανοίας καὶ λογισμοῦ παρέσχομεν οὐκ ἄμουσον οὐδ᾽ ἄχαριν [p. 14] τοῖς θηρατικοῖς νεανίσκοις περὶ συνέσεως θηρίων ἐνάλων τε καὶ πεζῶν ἅμιλλαν, ἥν, ὡς ἔοικε, σήμερον βραβεύσομεν, ἄν γε δὴ ταῖς προκλήσεσιν οἱ περὶ Ἀριστότιμον καὶ Φαίδιμον ἐμμείνωσιν ἐκείνων γὰρ μὲν τῆς γῆς, ὡς διαφέροντα τῷ φρονεῖν ζῷα γεννώσης, ἐπεδίδου τοῖς ἑταίροις συνήγορον ἑαυτόν, δὲ τῆς θαλάττης.ς Σκλ. ἐμμένουσιν, Αὐτόβουλε, καὶ ὅσον οὔπω πάρεισι συντασσομένους γὰρ αὐτοὺς ἕωθεν ἑώρων. ἀλλ᾽ εἰ βούλει, πρὸ τοῦ ἀγῶνος ὅσα τοῖς ἐχθὲς λόγοις προσήκοντα λεχθῆναι καιρὸν οὐκ ἔσχεν σὺν οἴνῳ καὶ παρὰ πότον οὐ μετὰ σπουδῆς ἐλέχθη πρὸς αὑτοὺς ἀναλάβωμεν. ἐδόκει γάρ τι πραγματικῶς οἷον ἀντηχεῖν ἐκ τῆς Στοᾶς, ὡς τῷ θνητῷ τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον οὕτως ὑπάρχοντι τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρχειν καὶ μὴ μόνην ἐν τοσαῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: