This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀγαθά, καὶ τὴν ἡμέρας καὶ νυκτὸς ἐξῄρει διαφοράν. εἰ τοίνυν τοῦ ζῆν οὐδὲν ἀνθρώποις λυσιτελέστερον [p. 10] καὶ τοῦτο πολλαπλασιάζει τὸ πῦρ, πῶς οὐκ καὶ εἴη πάντων ὠφελιμώτατον;
καὶ μήν, οὗ πλείστου κρᾶσις τῆς τῶν αἰσθήσεων μετείληφεν, οὐκ ἂν εἴη λυσιτελέστατον; οὐχ ὁρᾷς οὖν, ὡς τῇ μὲν ὑγρᾷ φύσει οὐδεμία τῶν αἰσθήσεων κατ᾽ αὑτὴν προσχρῆται χωρὶς πνεύματος ἢ πυρὸς ἐγκεκραμένου, τοῦ δὲ πυρὸς ἅπασα μὲν αἴσθησις, οἷον τὸ ζωτικὸν ἐνεργαζομένου, μετείληφεν, ἐξαιρέτως δ᾽ ἡ ὄψις, ἣτις ὀξυτάτη τῶν διὰ σώματός ἐστιν αἰσθήσεων, πυρὸς ἔξαμμα οὖσα καὶ ὅτι θεῶν πίστιν παρέσχηκεν ἔτι τε, Πλάτων φησί, δυνάμεθα κατασχηματίζειν πρὸς τὰς τῶν ἐν οὐρανῷ κινήσεις τὴν ψυχὴν διὰ τῆς ὄψεως;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.