Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὑγρότητες, ἀλλ᾽ ᾧ διανοούμεθα καὶ φρονοῦμεν: ἥ
τε ψυχὴ τυπουμένη μὲν : ὑπὸ τοῦ νοῦ τυποῦσα δὲ
τὸ σῶμα καὶ περιπτύσσουσα πανταχόθεν ἐκμάττεται
τὸ εἶδος: ὥστε κἂν πολὺν χρόνον χωρὶς ἑκατέρου γένηται, διατηροῦσα τὴν ὁμοιότητα καὶ τὸν τύπον,
εἴδωλον ὀρθῶς ὀνομάζεται. τούτων δ᾽ ἡ σελήνη, καθάπερ εἴρηται , στοιχεῖόν ἐστιν: ἀναλύονται γὰρ
εἰς ταύτην, ὥσπερ εἰς τὴν γῆν τὰ σώματα τῶν
νεκρῶν, ταχὺ μὲν αἱ σώφρονες, μετὰ σχολῆς ἀπράγμονα
καὶ φιλόσοφον στέρξασαι βίον: ἀφεθεῖσαι γὰρ
ὑπὸ τοῦ νοῦ καὶ πρὸς οὐδὲν ἔτι χρώμεναι τοῖς πάθεσιν ἀπομαραίνονται: τῶν δὲ φιλοτίμων καὶ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.