Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὴν σελήνην αἰθέρι, καὶ τόνον ἀπ᾽ αὐτοῦ καὶ δύναμιν,
οἷον τὰ στομούμενα βαφὴν, ἴσχουσι: τὸ γὰρ
ἀραιὸν ἔτι καὶ διακεχυμένον ῥώννυται καὶ γίγνεται σταθερὸν καὶ διαυγές, ὥσθ᾽ ὑπὸ τῆς τυχούσης ἀναθυμιάσεως τρέφεσθαι: καὶ καλῶς Ἡράκλειτος εἶπεν ὅτι ‘αἱ ψυχαὶ ὀσμῶνται καθ᾽ Ἅιδην.’’
ἐφορῶσι δὲ πρῶτον μὲν αὐτῆς σελήνης τὸ
μέγεθος καὶ τὸ κάλλος; καὶ τὴν φύσιν οὐχ ἁπλῆν
οὐδ᾽ ἄμικτον, ἀλλ᾽ οἷον ἄστρου σύγκραμα καὶ γῆς οὖσαν: ὡς γὰρ ἡ γῆ πνεύματι μεμιγμένη καὶ ὑγρῷ μαλακὴ γέγονε καὶ τὸ αἷμα τῇ σαρκὶ παρέχει τὴν
αἴσθησιν ἐγκεκραμένον, οὕτω τῷ αἰθέρι λέγουσι
τὴν σελήνην ἀνακεκραμένην διὰ βάθους ἅμα μὲν ἔμψυχον
εἶναι καὶ γόνιμον, ἅμα δ᾽ ἰσόρροπον ἔχειν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.