Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ κατὰ φύσιν ἑκάτερον: πᾶσαν ψυχήν, ἄνουν τε καὶ
σὺν νῷ, σώματος ἐκπεσοῦσαν εἱμαρμένον ἐστὶν ἐν
τῷ: μεταξὺ γῆς καὶ σελήνης χωρίῳ πλανηθῆναι
χρόνον οὐκ ἴσον ἀλλ᾽ αἱ μὲν ἄδικοι καὶ ἀκόλαστοι δίκας τῶν ἀδικημάτων τίνουσι: τὰς δ᾽ ἐπιεικεῖς,
ὅσον ἀφαγνεῦσαι καὶ ἀποπνεῦσαι τοὺς ἀπὸ τοῦ σώματος
ὥσπερ ἀτμοῦ πονηροῦ μιασμούς, ἐν τῷ πραοτάτῳ τοῦ ἀέρος, ὃν λειμῶνας Ἅιδου καλοῦσι, δεῖ
γίγνεσθαι χρόνον τινὰ τεταγμένον: εἶθ᾽ οἷον ἐξ
ἀποδημίας ἀνακομιζόμεναι φυγαδικῆς εἰς πατρίδα, γεύονται χαρᾶς, οἵαν οἱ τελούμενοι μάλιστα θορύβῳ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.