Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καθαρὸν καὶ ἀκήρατον. ἐνταῦθα δὴ κομισθείς, ὡς
ἔλεγεν, ὁ ξένος καὶ θεραπεύων τὸν θεὸν ἐπὶ σχολῆς,
ἀστρολογίας μὲν ἐφ᾽ ὅσον γεωμετρήσαντι πορρωτάτω προελθεῖν δυνατόν ἐστιν ἐμπειρίαν ἔσχε,
φιλοσοφίας δὲ τῆς ἄλλης τῷ φυσικῷ χρώμενος.
ἐπιθυμίαν δέ τινα καὶ πόθον ἔχων γενέσθαι τῆς μεγάλης νήσου θεατής: οὕτω γὰρ ὡς ἔοικε τὴν
παρ᾽ ἡμῖν οἰκουμένην ὀνομάζουσιν ἐπειδὴ τὰ τριάκοντ᾽ ἔτη διῆλθεν , ἀφικομένων τῶν διαδόχων οἴκοθεν, ἀσπασάμενος τοὺς φίλους ἐξέπλευσε, τὰ μὲν ἄλλα κατεσκευασμένος εὐσταλῶς ἐφόδιον δὲ
[p. 463] συχνὸν ἐν χρυσοῖς ἐκπώμασι κομίζων. ἃ μὲν οὖν
ἔπαθε καὶ ὅσους ἀνθρώπους
διῆλθεν, ἱεροῖς τε
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.