Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ παρ᾽ ὑμῖν: ἐν Αἰγύπτῳ δύσριγα κομιδῇ καὶ δειλὰ πρὸς χειμῶνάς; ἐστι. τῆς δὲ Γεδρωσίας καὶ Τρωγλοδύτιδος,
ἣ καθήκει πρὸς τὸν ὠκεανόν ἀφόρου διὰ ξηρότητα καὶ ἀδένδρου παντάπασιν οὔσης, ἐν
τῇ παρακειμένῃ καὶ περικεχυμένῃ θαλάττῃ θαυμαστὰ
μεγέθη φυτῶν τρέφεται καὶ κατὰ βυθοῦ
τέθηλεν: ὧν τὰ μὲν ἐλαίας τὰ δὲ δάφνας τὰ δ᾽
Ἴσιδος τρίχας καλοῦσιν. οἱ δ᾽ ἀνακαμψέρωτες οὗτοι προσαγορευόμενοι, τῆς γῆς ἐξαιρεθέντες, οὐ μόνον ζῶσι κρεμάμενοι χρόνον ὅσον βούλεταί τις ἀλλὰ βλαστάνουσιν.
σπείρεται δὲ τὰ μὲν πρὸς χειμῶνος τὰ δὲ θέρους ἀκμάζοντος, ὥσπερ σήσαμον καὶ μελίνη: τὸ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.