Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ πρὸς τὸν ἣλιον ἀπὸ τῆς σελήνης; ἐγὼ μὲν οὐκ
οἶμαι. σκοπεῖτε δ᾽’ εἶπον ‘καὶ ὑμεῖς: εἰ ταὐτὰ πρὸς
τὸ ὕδωρ καὶ τὴν σελήνην ἔπασχεν ἡ ὄψις, ἔδει καὶ γῆς καὶ φυτῶν καὶ ἀνθρώπων καὶ ἄστρων ἐμφάσεις ποιεῖν τὴν πανσέληνον, οἵας τὰ λοιπὰ ποιεῖται τῶν ἐσόπτρων: εἰ δ᾽ οὐ γίγνονται πρὸς ταῦτα τῆς ὄψεως
ἀνακλάσεις δι᾽ ἀσθένειαν αὐτῆς ἢ τραχύτητα
τῆς σελήνης, μηδὲ πρὸς τὸν ἣλιον ἀπαιτῶμεν.’
‘ἡμεῖς μὲν οὖν’ ἔφην ‘ὅσα μὴ διαπέφευγε τὴν μνήμην τῶν ἐκεῖ λεχθέντων, ἀπηγγέλκαμεν
ὥρα δὲ καὶ Σύλλαν παρακαλεῖν, μᾶλλον δ᾽ ἀπαιτεῖν
τὴν διήγησιν, οἷον ἐπὶ ῥητοῖς ἀκροατὴν γεγενημένον: ν᾽ ὥστε, εἰ δοκεῖ, καταπαύσαντες τὸν περίπατον, καὶ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.