Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐπιτρέχουσι καὶ σκιαῖς καὶ ὁμίχλαις, οἵας φαρμάκοις γραφικοῖς μιγνύμενον ἐπάγει βαφὰς τὸ λαμπρόν: ὧν τὰ μὲν τῆς θαλάττης ἐπικεχείρηκεν
ἁμωσγέπως ἐξονομάζειν Ὅμηρος ‘ἰοειδέα’ καλῶν καὶ
‘οἴνοπα πόντον,’ αὖθις δέ ‘πορφύρεον κῦμα’
‘γλαυκήν’ τ᾽ ἄλλως ‘θάλασσαν’ καὶ ‘λευκὴν γαλήνην’ τὰς δὲ περὶ τὴν γῆν διαφορὰς τῶν ἄλλοτ᾽ ἄλλως ἐπιφαινομένων χρωμάτων παρῆκεν, ὡς ἀπείρους τὸ πλῆθος οὔσας. τὴν δὲ σελήνην οὐκ εἰκὸς ὥσπερ
τὴν θάλασσαν μίαν ἔχειν ἐπιφάνειαν, ἀλλ᾽ ἐοικέναι μάλιστα τῇ γῇ τὴν φύσιν, ἣν ἐμυθολόγει Σωκράτης
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.