Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
αἱ δὲ φλόγες ἀραιᾶς εἰσιν ἔξαψις καὶ ῥεύματα
τροφῆς; καὶ ὕλης, ταχὺ δι᾽ ἀσθένειαν ἀναλυομένης:
ὥστ᾽ οὐδὲν ἂν ὑπῆρχε τοῦ γεώδη καὶ πυκνὴν εἶναι τὴν σελήνην ἕτερον οὕτως ἐναργὲς τεκμήριον, εἴπερ αὐτῆς ἴδιον ἦν ὡς χρῶμα τὸ ἀνθρακῶδες. ἀλλ᾽
οὐκ ἔστιν, ὦ φίλε Φαρνάκη: πολλὰς γὰρ ἐκλείπουσα
χρόας ἀμείβει καὶ διαιροῦσιν αὐτὰς οὕτως οἱ μαθηματικοὶ
κατὰ χρόνον: καὶ ὥραν ἀφορίζοντες ἂν ἀφ᾽
ἑσπέρας ἐκλείπῃ, φαίνεται μέλαινα δεινῶς ἄχρι τρίτης
ὥρας καὶ ἡμισείας: ἂν δὲ μέσῃ, τοῦτο δὴ τὸ
ἐπιφοινίσσον ἵησι καὶ πυρωπόν: ἀπὸ δ᾽ ἑβδόμης
ὥρας καὶ ἡμισείας ἀνίσταται τὸ ἐρύθημα: καὶ τέλος
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.