Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
τοὐναντίον ἐπὶ τὰς ἀνατολάς. ταῦτα γὰρ ἰδεῖν τε
παρέχει τῇ αἰσθήσει τὰ φαινόμενα κἀκ λόγων οὐ πάνυ τι μακρῶν μαθεῖν ἔστιν: ἐκ δὲ τούτων ἡ αἰτία βεβαιοῦται τῆς ἐκλείψεως. ἐπεὶ γὰρ ἥλιος μὲν ἐκλείπει καταλαμβανόμενος, σελήνη δ᾽ ἀπαντῶσα τῷ ποιοῦντι τὴν ἔκλειψιν, εἰκότως μᾶλλον δ᾽ ἀναγκαίως ὁ μὲν
ὄπισθεν ἁλίσκεται πρῶτον ἡ δ᾽ ἔμπροσθεν ἄρχεται γὰρ ἐκεῖθεν ἡ ἐπιπρόσθησις, ὅθεν πρῶτον ἐπιβάλλει
τὸ ἐπιπροσθοῦν ἐπιβάλλει δ᾽ ἐκείνῳ μὲν ἀφ᾽
[p. 438]
ἑσπέρας ἡ σελήνη πρὸς αὐτὸν ἁμιλλωμένη , ταύτῃ δ᾽ ἀπὸ τῶν ἀνατολῶν, ὡς πρὸς τοὐναντίον ὑποφερομένη. τρίτον τοίνυν ἔτι τὸ τοῦ χρόνου λάβε καὶ τὸ τοῦ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.