Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τύχης ἦλθεν ἐπὶ μνήμην ἡμῖν, ὥστ᾽ ἐμέ τε πραγμάτων ἀπηλλάχθαι καὶ σέ, ὦ Λεύκιε’ καὶ ὁ Λεύκιος
‘ἣκιστα, ὠγαθέ’ εἶπεν ‘ἀλλὰ τἄλλα , μὲν ἴσως
ἄστρα καὶ τὸν ὅλον οὐρανὸν εἴς τινα φύσιν καθαρὰν
καὶ εἰλικρινῆ καὶ τῆς κατὰ πάθος ἀπηλλαγμένην μεταβολῆς τιθεμένοις ὑμῖν καὶ κύκλον ἄγουσιν ἀιδίου καὶ ἀτελευτήτου περιφορᾶς ... οὐκ ἄν τις ἔν γε τῷ νῦν διαμάχοιτο, καίτοι μυρίων οὐσῶν ἀποριῶν.
ὅταν δὲ καταβαίνων ὁ λόγος οὕτω θίγῃ τῆς σελήνης,
οὐκέτι φυλάττει τὴν ἀπάθειαν ἐν αὐτῇ καὶ τὸ κάλλος
ἐκεῖνο τοῦ σώματος ἀλλ᾽ ἵνα τὰς ἄλλας ἀνωμαλίας
καὶ διαφορὰς ἀφῶμεν, αὐτὸ τοῦτο τὸ διαφαινόμενον πρόσωπον πάθει τινὶ τῆς οὐσίας ἢ ἀναμίξει
πως ἑτέρας ἐπιγέγονε: πάσχει δέ τι καὶ τὸ μιγνύμενον:
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.