Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
τὸ κέντρῳ περιεστηκὸς ἢ περικείμενον ἄνω γίγνεται:
κάτω δὲ μόνον ἕν, τὸ ἀσώματον σημεῖον ἐκεῖνο , ὃ πρὸς πᾶσαν ἀντικεῖσθαι τὴν τοῦ κόσμου φύσιν
ἀναγκαῖον εἴ γε δὴ τὸ κάτω πρὸς τὸ ἄνω κατὰ
φύσιν ἀντίκειται. καὶ οὐ τοῦτο μόνον : τὸ ἄτοπον, ἀλλὰ καὶ τὴν αἰτίαν ἀπόλλυσι τὰ βάρη, δι᾽ ἣν δεῦρο καταρρέπει καὶ φέρεται: σῶμα μὲν γὰρ οὐθέν ἐστι κάτω πρὸς ὃ κινεῖται, τὸ δ᾽᾽ ἀσώματον οὔτ᾽ εἰκὸς
οὔτε βούλονται τοσαύτην ἔχειν δύναμιν, ὥστε πάντα
κατατείνειν ἐφ᾽ ἑαυτὸ καὶ περὶ αὑτὸ συνέχειν. ἀλλ᾽ ὅλως ἄλογον εὑρίσκεται καὶ μαχόμενον τοῖς πράγμασι
τὸ ἄνω τὸν κόσμον ὅλον εἶναι, τὸ δὲ κάτω
μηδὲν ἀλλ᾽ ἢ πέρας ἀσώματον καὶ ἀδιάστατον:
ἐκεῖνο δ᾽ εὔλογον, ὡς λέγομεν ἡμεῖς, τῷ τ᾽ ἄνω χώραν καὶ: τῷ κάτω πολλὴν καὶ πλάτος ἔχουσαν διῃρῆσθαι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.