Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἳ καὶ τέχνας αὐτὸν λέγουσι συγγεγραφέναι, οἱ δ᾽ οὐ μεθόδῳ ἀλλ᾽ ἀσκήσει χρήσασθαι. πολίτην δ᾽ οὐδέποτ᾽ εἰσέπραξε μισθόν. προσέταττε δὲ τοῖς γνωρίμοις εἰς τὰς, ἐκκλησίας ἀπαντῶσιν ἀναφέρειν αὐτῷ τὰ εἰρημένα. ἐλυπήθη δὲ καὶ οὐ μετρίως ἐπὶ τῷ Σωκράτους θανάτῳ καὶ μελανειμονῶν τῇ ὑστεραίᾳ προῆλθε. πάλιν δ᾽ ἐρομένου τινὸς αὐτὸν τί ῥητορική, εἶπε ‘τὰ μὲν μικρὰ μεγάλα τὰ δὲ μεγάλα μικρὰ ποιεῖν.’ ἑστιώμενος δέ ποτε παρὰ Νικοκρέοντι τῷ Κύπρου τυράννῳ, προτρεπομένων αὐτὸν τῶν παρόντων διαλεχθῆναι, ἔφη ‘ οἷς μὲν ἐγὼ δεινὸς οὐχ ὁ νῦν καιρός, οἷς δ᾽ ὁ νῦν καιρὸς οὐκ ἐγὼ δεινός.’ Σοφοκλέα δὲ τὸν τραγικὸν θεασάμενος ἑπόμενον ἐρωτικῶς παιδί, εἶπεν ‘οὐ μόνον δεῖ, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.