Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀεὶ βαρύτεροι γίγνονται καὶ τῶν χολερικῶν οὐδὲν διαφέρουσιν, οἳ θεραπείαν μὲν οὐ προσδέχονται, τὸ δὲ προστεταγμένον 1 ἐξερῶντες 2, εἶτα πλέον αὖθις συλλέγοντες ἀεὶ διατελοῦσι: καὶ γὰρ οὗτοι καθαρθῆναι μὲν οὐ θέλουσιν, ἀεὶ δ᾽, ὅσαι τοῦ ἔτους ὧραι, μετ᾽ ὀδύνης καὶ σπαραγμῶν τὸν τόκον ἀναφέροντες, ἐπιρρέοντος εὐθὺς ἑτέρου καὶ προσισταμένου, πάλιν ναυτιῶσι καὶ καρηβαροῦσι: δέον ἀπαλλαγέντας εἰλικρινεῖς καὶ ἐλευθέρους γίγνεσθαι.
ἤδη γάρ μοι πρὸς τοὺς εὐπορωτέρους καὶ μαλακωτέρους ὁ λόγος ἔστι, τοὺς λέγοντας ‘ἄδουλος οὖν γένωμαι καὶ ἀνέστιος καὶ ἄοικος;’ ὥσπερ εἰ
1 προστεταγμένον] προσιστάμενον W
2 ib. R: ἐξαίροντες
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.