ὑπ᾽ ἐκείνου δελεαζόμενος. νέμεται γὰρ ὡς πῦρ τὸ ἄγριον αὐξόμενον ὀλέθρῳ καὶ φθορᾷ τῶν ἐμπεσόντων, ἄλλον ἐξ ἄλλου καταναλίσκον ὁ δὲ τοῦτο ῥιπίζων καὶ τρέφων ἐπὶ πολλοὺς δανειστὴς οὐδὲν ἔχει πλέον ἢ διὰ χρόνου λαβὼν ἀναγνῶναι πόσους πέπρακε καὶ πόσους ἐκβέβληκε καὶ πόθεν που κυλινδόμενον 1 καὶ σωρευόμενον διαβέβηκε τὸ ἀργύριον.
καὶ ταῦτα μὴ μ᾽ οἴεσθε λέγειν πόλεμον ἐξενηνοχότα πρὸς τοὺς δανειστάς:
οὐ γὰρ πώποτ᾽ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν 2 ἵππους:[p. 140]