ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μὲν ἔστι 1 καὶ ἄλλοςλεχθήσεται δὲ πρὸς τοὺς δανειστάς
ἔστι τόκος πρὸ τόκοιο, τόκος γε μὲν ἔστι καὶ ἄλλος.εἶτα τῶν φυσικῶν δήπου καταγελῶσι, λεγόντων μηδὲν ἐκ τοῦ μὴ ὄντος γενέσθαι: παρὰ τούτοις γὰρ ἐκ τοῦ μηκέτ᾽ ὄντος μηδ᾽ ὑφεστῶτος γεννᾶται τόκος: καὶ τὸ τελωνεῖν ὄνειδος ἡγοῦνται, τοῦ νόμου διδόντος: αὐτοὶ γὰρ 2 παρανόμως δανείζουσι τελωνοῦντες, μᾶλλον δ᾽, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν τῷ δανείζειν χρεωκοποῦντες: ὁ γὰρ οὗ 3 γράφει λαμβάνων [p. 139] ἔλαττον χρεωκοπεῖται. καίτοι Πέρσαι γε 4 τὸ ψεύδεσθαι δεύτερον 5 ἡγοῦνται τῶν ἁμαρτημάτων, πρῶτον δὲ τὸ ὀφείλειν: ὅτι καὶ τὸ ψεύδεσθαι τοῖς ὀφείλουσι συμβαίνει πολλάκις: ψεύδονται δὲ μᾶλλον