Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αἱ μὲν οὖν Ῥωμαίων γυναῖκες εἰς ἀπαρχὴν τῷ Πυθίῳ Ἀπόλλωνι τὸν κόσμον ἐπέδωκαν, ὅθεν ὁ χρυσοῦς κρατὴρ εἰς Δελφοὺς ἐπέμφθη: αἱ δὲ Καρχηδονίων γυναῖκες ἐκείραντο τὰς κεφαλὰς καὶ ταῖς θριξὶν ἐντεῖναι τὰς μηχανὰς καὶ τὰ ὄργανα παρέσχον ὑπὲρ τῆς πατρίδος ἡμεῖς δὲ τὴν αὐτάρκειαν αἰσχυνόμενοι καταδουλοῦμεν ἑαυτοὺς ὑποθήκαις καὶ συμβολαίοις, δέον εἰς αὐτὰ τὰ χρήσιμα συσταλέντας καὶ συσπειραθέντας ἐκ τῶν ἀχρήστων καὶ περιττῶν κατακοπέντων ἢ πραθέντων ἐλευθερίας αὑτοῖς ἱερὸν ἱδρύσασθαι καὶ τέκνοις καὶ γυναιξίν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.