χρόνον: οὕτως ἔνιοι τῷ μηδὲν ἔχειν ἴδιον ἄλλο πράττειν ἄξιον σπουδῆς ἐμβάλλουσιν ἑαυτοὺς εἰς δημόσια πράγματα, τῇ πολιτείᾳ διαγωγῇ χρώμενοι. πολλοὶ δ᾽ ἀπὸ τύχης ἁψάμενοι τῶν κοινῶν καὶ ἀναπλησθέντες οὐκέτι ῥᾳδίως ἀπελθεῖν δύνανται, ταὐτὸ 1 τοῖς ἐμβᾶσιν εἰς πλοῖον αἰώρας χάριν εἶτ᾽ ἀποσπασθεῖσιν εἰς πέλαγος πεπονθότες: ἔξω βλέπουσι ναυτιῶντες καὶ ταραττόμενοι, μένειν δὲ 2 καὶ χρῆσθαι τοῖς παροῦσιν ἀνάγκην ἔχοντες
λευκᾶς καθύπερθε γαλάναςοὗτοι καὶ μάλιστα διαβάλλουσι τὸ πρᾶγμα τῷ μετανοεῖν
3 εὐπρόσωποι σφᾶς παρήισαν 4 ἔρωτες ναΐας
κλαΐδος 5 χαραξιπόντου 6 δαιμονίαν ἐς ὕβριν.