δειλιῶμεν; οὐ μόνον στρατηγῶν τῶν τότε καὶ δημαγωγῶν, ἀλλὰ καὶ ποιητῶν καὶ σοφιστῶν καὶ ὑποκριτῶν ὁμολογοῦντες εἶναι κακίους: εἴγε Σιμωνίδης μὲν ἐν γήρᾳ χοροῖς ἐνίκα, ὡς 1 τοὐπίγραμμα δηλοῖ τοῖς τελευταίοις ἔπεσιν
ἀμφὶ διδασκαλίῃ δὲ 2 Σιμωνίδῃ ἕσπετο κῦδοςΣοφοκλῆς δὲ λέγεται μὲν ὑπὸ παίδων 4 παρανοίας δίκην φεύγων ἀναγνῶναι τὴν ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ 5 πάροδον, ᾗ 6 ἐστιν ἀρχὴ
3 ὀγδωκονταέτει παιδὶ Λεωπρέπεος.
εὐίππου, ξένε, τᾶσδε χώρας
7 ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα,
τὸν ἀργῆτα Κολωνόν, ἔνθ᾽
ἁ λίγεια 8 μινύρεται
θαμίζουσα μάλιστ᾽ ἀηδὼν
χλωραῖς ὑπὸ βάσσαις.