Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦτον παραλαβὼν πολιτικὸς ἀνὴρ καὶ ἡγεμονικὸς κοινὸν ὄφελος ἔσται δικαιοδοτῶν, νομοθετῶν, κολάζων τοὺς πονηρούς,: αὔξων τοὺς ἐπιεικεῖς καὶ ἀγαθούς; ἐμοὶ δὲ δοκεῖ καὶ ναυπηγὸς ἀστεῖος ἥδιον ἐργπάσασθαι 1 πηδάλιον, πυθόμενος ὅτι τοῦτο τὴν Ἀργὼ κυβερνήσει τὴν ‘ πᾶσι μέλουσαν 2:’ καὶ τεκτονικὸς οὐκ ἂν οὕτω κατασκευάσαι ἄροτρον προθύμως 3; ἢ ἅμαξαν, ὡς τοὺς ἄξονας, οἷς ἔμελλε Σόλων τοὺς νόμους ἐγχαράξειν. καὶ μὴν οἱ λόγοι τῶν φιλοσόφων, ἐὰν ψυχαῖς ἡγεμονικῶν καὶ πολιτικῶν ἀνδρῶν ἐγγραφῶσι βεβαίως καὶ κρατήσωσι, νόμων δύναμιν λαμβάνουσιν ᾗ καὶ Πλάτων εἰς Σικελίαν ἔπλευσεν, ἐλπίζων τὰ δόγματα νόμους καὶ ἔργα ποιήσειν ἐν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.