Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ἀναπεπταμένην δόξαν οὕτως ὡς τὴν Ἀφροδίτην ὁ Ἱππόλυτος ‘ ἄπωθεν ἁγνὸς ὢν ἀσπάζεται,’ 1 τῆς δὲ γε τῶν ἐπιεικῶν καὶ ἐλλογίμων οὐδ᾽ αὐτὸς καταφρονεῖ πλοῦτον δὲ καὶ δόξαν ἡγεμονικὴν καὶ δύναμιν ἐν φιλίαις οὐ διώκει, οὐ μὴν οὐδὲ φεύγει ταῦτα μετρίῳ προσόντ᾽ ἤθει οὐδὲ γὰρ τοὺς καλοὺς [p. 7] τῶν νέων διώκει καὶ ὡραίους, ἀλλὰ τοὺς εὐαγώγους καὶ κοσμίους καὶ φιλομαθεῖς: οὐδ᾽ οἷς ὥρα καὶ χάρις συνέπεται καὶ ἄνθος δεδίττεται τὸν φιλόσοφον οὐδ᾽ ἀποσοβεῖ 2 καὶ ἀπελαύνει τῶν ἀξίων ἐπιμελείας τὸ κάλλος. οὕτως οὖν ἀξίας ἡγεμονικῆς καὶ δυνάμεως ἀνδρὶ μετρίῳ καὶ ἀστείῳ προσούσης, οὐκ ἀφέξεται
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.