Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ κλινιδίοις γυναικῶν ἀεὶ διώκοντα τὰ μαλθακὰ καὶ θρυπτόμενον ἡδοναῖς ἀνάνδροις καὶ ἀφίλοις καὶ ἀνενθουσιάστοις καταβάλλειν ἄξιον, ὡς καὶ Σόλων κατέβαλε: δούλοις μὲν γὰρ ἐρᾶν ἀρρένων παίδων ὠν ἀπεῖπε καὶ ξηραλοιφεῖν, χρῆσθαι δὲ συνουσίαις γυναικῶν οὐκ ἐκώλυσε: καλὸν γὰρ ἡ φιλία καὶ ἀστεῖον, ἡ δ᾽ ἡδονὴ κοινὸν κἀνελεύθερον 1. ὅθεν οὐ δούλων ἐρᾶν παίδων ἐλευθέριόν ἐστιν οὐδ᾽ ἀστεῖον οὐ συνουσίας 2 γὰρ οὗτος ὁ ἔρως, καθάπερ τῶν 3 γυναικῶν.’
ἔτι δὲ πλείονα λέγειν προθυμουμένου τοῦ Πρωτογένους, ἀντικρούσας ὁ Δαφναῖος ‘εὖ γε νὴ Δί᾽’ ἔφη ‘τοῦ Σόλωνος ἐμνήσθης; καὶ χρηστέον αὐτῷ γνώμονι τοῦ ἐρωτικοῦ ἀνδρός, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.