This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
book 8
Διὰ τί τῶν ἱερῶν ἀγώνων ἄλλος ἄλλον ἔχει στέφανον, τὸν δὲ
φοίνικα πάντες: ἐν ᾧ καὶ διὰ τί τοὺς μεγάλους
φοινικοβαλάνους Νικολάους καλοῦσιν.
Περὶ τῶν ὀψὲ παραγιγνομένων ἐπὶ τὸ δεῖπνον: ἐν ᾧ καὶ πόθεν
ἀκράτισμα καὶ ἄριστον καὶ δεῖπνον ὠνομάσθη.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παυσαμένου δὲ τοῦ Σώσπιδος, Πρωτογένης ὁ γραμματικός, ὀνόματι καλέσας Πραξιτέλην τὸν περιηγητὴν ‘οὕτω δὴ τούτους’ ἔφη ‘τοὺς ῥήτορας ἐάσομεν περαίνειν τὸ οἰκεῖον, ἐξ εἰκότων καὶ πιθανῶν ἐπιχειροῦντας: αὐτοὶ δ᾽ ἀφ᾽ ἱστορίας οὐδὲν ἂν ἔχοιμεν τῷ λόγῳ συμβάλλεσθαι; καίτοι δοκῶ μοι μνημονεύειν ἐν τοῖς Ἀττικοῖς ἀνεγνωκὼς ἔναγχος, ὅτι πρῶτος ἐν Δήλῳ Θησεὺς ἀγῶνα ποιῶν ἀπέσπασε κλάδον τοῦ ἱεροῦ φοίνικος καὶ σπάδιξ ὠνομάσθη.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.