καὶ τὸν Μάξιμον, ἐκείνου σιωπῶντος, ἠξιοῦμεν ἐπιδεικνύναι.
‘πρῶτον οὖν’ ὁ Μάξιμος ἔφη ‘τῶν ἐπῶν οὕτως ἐχόντων
ἔνθ᾽ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς 1[p. 367] δῆλόν ἐστιν, ὅτι 2 τὴν ἀριστερὰν 3 πατάξαι βουλόμενος οὐκ ἐδεῖτο μεταπηδήσεως 4, ἐπεὶ κατὰ τὴν ἀριστερὰν τὴν δεξιὰν εἶχεν ἐξ ἐναντίου προσφερόμενος: καὶ γὰρ εὔλογον ἦν τὴν ἐρρωμενεστέραν χεῖρα καὶ μᾶλλον τοῦ Αἰνείου φερομένου περιεχομένην ἐκεῖνόν τε τρῶσαι καὶ τὴν τρωθεῖσαν προέσθαι τὸ σῶμα. δεύτερον 5, ’
ἄκρην οὔτασε χεῖρα, μετάλμενος ὀξέι δουρί,