Click on a word to bring up parses, dictionary entries, and frequency statistics
προβλήμασιν Ἀριστοτέλους φυσικοῖς ἐντυγχάνων Φλῶρος εἰς Θερμοπύλας κομισθεῖσιν αὐτός τε πολλῶν ἀποριῶν, ὅπερ εἰώθασι πάσχειν ἐπιεικῶς αἱ φιλόσοφοι φύσεις, ὑπεπίμπλατο καὶ τοῖς ἑταίροις μετεδίδου, μαρτυρῶν αὐτῷ 1 τῷ Ἀριστοτέλει λέγοντι τὴν πολυμάθειαν πολλὰς ἀποριῶν 2 ἀρχὰς ποιεῖν. τὰ μὲν οὖν ἄλλα μεθ᾽ ἡμέραν οὐκ ἄχαριν ἡμῖν ἐν τοῖς περιπάτοις διατριβὴν παρέσχε: τὸ δὲ λεγόμενον περὶ τῶν ἐνυπνίων, ὡς ἐστιν ἀβέβαια καὶ ψευδῆ μάλιστα περὶ τοὺς φυλλοχόους; μῆνας, οὐκ οἶδ᾽ ὅπως, ἑτέροις λόγοις 3 πραγματευσαμένου τοῦ Φαβωρίνου 4 μετὰ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.