ὑπολαβὼν δὲ Θράσυλλος ὁ Ἀμμωνίου υἱὸς ‘εἶτ᾽’ ἔφη ‘τί παθόντες, ὦ πρὸς Διός, εἶπας τῶι θεωρητὰ 1 κινήματα τοῦ ἀέρος οἰόμεθα δεῖν αἰτᾶσθαι, τὸν δ᾽ ἐμφανῆ σάλον καὶ σπαραγμὸν αὐτοῦ παρορῶμεν; 2 ὁ γὰρ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς οὗτος οὐ λανθάνων οὐδ᾽ 3 ἀτρέμα διακινῶν τὰ σμικρότατα τοῦ ἀέρος ἀλλ᾽ εὐθὺς ἐκφανεὶς ἀνίστησι καὶ κινεῖ πάντα πράγματα
δεξιὰ σημαίνων, λαοὺς δ᾽ ἐπὶ ἔργον ἐγείρων4 οἱ δ᾽ ἕπονται, καθάπερ ἐκ παλιγγενεσίας ‘νέα ἐφ᾽ 5 ἡμέρῃ φρονέοντες’ ὥς φησι Δημόκριτος 6, οὔτ᾽ ἀφώνοις οὒτ᾽ ἀπράκτοις 7 ἐνεργείαις: καὶ τὸν ὄρθρον ὁ Ἴβυκος 8 οὐ κακῶς ‘κλυτὸν’ προσεῖπεν, ἐν ᾧ κλύειν καὶ ἤδη 9 φθέγγεσθαι συμβέβηκε: τῆς δὲ νυκτὸς ’