Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ μάλιστα δὲ ταῖς σβέσεσιν αὐτοῦ καὶ φθοραῖς ἐμφαίνεται δύναμις οὐκ ἀμοιροῦσα ζωτικῆς ἀρχῆς: βοᾷ γὰρ καὶ φθέγγεται 1 καὶ ἀμύνεται, καθάπερ ἔμψυχον ἀποθνῆσκον βίᾳ καὶ φονευόμενον: εἰ 2 μή τι σὺ λέγεις’ ἔφη πρὸς ἐμὲ βλέψας ‘βέλτιον.’
‘οὐδέν’ εἶπον ἐγώ ‘τῶν εἰρημένων αἰτιῶμαι: προσθείην δ᾽ ἄν, ὅτι καὶ φιλανθρωπίας διδασκαλία τὸ ἔθος ἐστίν οὔτε γὰρ τροφὴν ἀφανίζειν ὅσιον αὐτοὺς ἄδην ἔχοντας, οὔτε νάματος ἐμφορηθέντας πηγὴν ἀποτυφλοῦν καὶ ἀποκρύπτειν, οὔτε πλοῦ σημεῖα καὶ ὁδοῦ διαφθείρειν χρησαμένους, ἀλλ᾽ ἐᾶν καὶ ἀπολείπειν τὰ χρήσιμα τοῖς δεησομένοις μεθ᾽ ἡμᾶς. ὅθεν οὐδὲ φῶς λύχνου μὴ δεομένους [p. 266] ἀπολλύναι’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.