Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ μὲν γαμβρὸς αὐτοῦ Καισέρνιος ᾤετο τῇ πρὸς τὸ ἄσβεστον καὶ ἱερὸν πῦρ συγγενείᾳ παντὸς φθορὰν πυρὸς ἀφοσιώσασθαι τοὺς πρεσβυτέρους: δύο γὰρ εἶναι φθοράς, ὥσπερ ἀνθρώπου, τὴν μὲν βίαιον σβεννυμένου, τὴν δ᾽ ὥσπερ κατὰ φύσιν ἀπομαραινομένου: τῷ μὲν οὖν ἱερῷ πρὸς ἀμφοτέρας ἀρήγειν, ἀεὶ 1 τρέφοντας καὶ φυλάττοντας: τὸ δ᾽ ἄλλο δι᾽ αὑτοῦ περιορᾶν μαραινόμενον αὐτοὺς μηδὲ 2 βιάζεσθαι μηδὲ φθονεῖν, ὥσπερ θρέμματος ἀφαιρουμένους τὸ ζῆν, ἵνα μὴ μάτην τρέφοιτο. [p. 265]
Λεύκιος δ᾽ ὁ τοῦ Φλώρου υἱὸς τἄλλα μὲν ἔφη καλῶς λέγεσθαι, τὸ δ᾽ ἱερὸν πῦρ οὐκ ἄμεινον 3 αἱρουμένους 4 ἑτέρου πυρὸς οὐδὲ σεμνότερον οὕτω
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.