‘ καὶ πεπιλημένης ὑπὸ κρύους γῆς πάγος ἐστί, μᾶλλον δ᾽ ὁ μᾶλλον πεπυκνωμένος: ὥστ᾽ οὐκ ἄτοπον, εἰ τὴν ψυχρότητα τοῦ ὕδατος ἀντερείδων συνεπιτείνει καὶ ὁ λίθος καὶ ὁ μόλιβδος.’
Διὰ τίν᾽ αἰτίαν ἀχύροις καὶ ἱματίοις τὴν χιόνα διαφυλάττουσι.
μικρὸν οὖν ὁ ξένος διαλιπών ‘οἱ ἐρῶντες ’ ἔφη ‘μάλιστα μὲν αὐτοῖς τοῖς παιδικοῖς, εἰ δὲ μή, [p. 231] περὶ αὐτῶν ἐπιθυμοῦσι διαλέγεσθαι: τοῦτο 1 πέπονθα περὶ τῆς χιόνος. ἐπεὶ γὰρ οὐ πάρεστιν οὐδ᾽ ἔχομεν, ἐπιθυμοίην ἂν 2 μαθεῖν τίς αἰτία, δι᾽ ἣν ὑπὸ τῶν θερμοτάτων φυλάσσεται. καὶ γὰρ ἀχύροις σπαργανοῦντες ’