Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τῆς ὄψεως, ὥσθ᾽ ἧττον ἐπερείδειν τοῖς πάσχουσιν. αὗταί σοι’ εἶπον ‘ὦ Φλῶρε, συμβολαὶ τῆς εὐωχίας ἀπηριθμήσθωσαν.’
καὶ ὁ Σώκλαρος ‘ἂν γ᾽’ ἔφη ‘πρότερον ἡμεῖς αὐτὰ 1 δοκιμάσωμεν: ἔστι γὰρ ὅ τι τοῦ λόγου καταφαίνεται κίβδηλον. εἰ γὰρ ἃ λέγουσι πολλοὶ περὶ τῶν βασκαινομένων ὡς ἀληθῆ τίθεμεν, οὐκ ἀγνοεῖς δήπουθεν ὅτι καὶ φίλους καὶ οἰκείους, ἔνιοι δὲ καὶ πατέρας ἔχειν ὀφθαλμὸν βάσκανον ὑπολαμβάνουσιν, ὥστε μὴ δεικνύναι τὰς γυναῖκας αὐτοῖς τὰ παιδία μηδὲ πολὺν ἐᾶν χρόνον ὑπὸ τῶν τοιούτων καταβλέπεσθαι: πῶς οὖν ἔτι δόξει φθόνου τὸ πάθος ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.