‘ καὶ Φανοκλῆς 1, ἐρωτικὸς ἀνήρ, ὧδέ που 2 πεποίηκεν
εἰδὼς 3 θεῖον Ἄδωνιν ὀρειφοίτης Διόνυσος’
ἥρπασεν, ἠγαθέην Κύπρον 4 ἐποιχόμενος.
Τίς ὁ παρ᾽ Ἰουδαίοις θεός. 5
θαυμάσας δὲ τὸ ἑπιρρηθὲν 6 ὁ Σύμμαχος ‘ἆρ᾽’ 7 ἔφη ‘σὺ τὸν πατριώτην θεόν, ὦ Λαμπρία ‘εὔιον, [p. 172] ὀρσιγύναικα, μαινομέναις ἀνθέοντα τιμαῖσι Διόνυσον’ ἐγγράφεις καὶ ὑποποιεῖς τοῖς Ἑβραίων ἀπορρήτοις; ἢ τῷ ὄντι λόγος ἔστι τις ὁ τοῦτον ἐκείνῳ τὸν αὐτὸν ἀποφαίνων;’ ὁ δὲ Μοιραγένης ὑπολαβών ‘ἔα τοῦτον’ εἶπεν: ἐγὼ ‘γὰρ Ἀθηναῖος ὢν ἀποκρίνομαί σοι καὶ λέγω μηδέν᾽ ἄλλον εἶναι: καὶ τὰ μὲν ’