‘ ζώντων, οὔτ᾽ ὄψις οὔτε φωνή τις οὔθ᾽ ὑπουργία παραιτεῖται τῆς προσφορᾶς 1, οὐδὲν γὰρ ἄν τις ἔχοι 2 χρήσασθαι ζῶσιν 3, ἃ μηδ᾽ ὅλως ζῇ παρ᾽ ἡμῖν: οὐδὲ δεῖ τινος ἐπ᾽ αὐτὰ στοργῆς, ἀλλ᾽ ὥσπερ Ἅιδης 4 αὐτοῖς ἐστιν οὗτος ὁ παρ᾽ ἡμῖν τόπος: ἐλθόντα γὰρ εἰς αὐτὸν εὐθέως τέθνηκεν.’ [p. 167]
Πότερον οἱ Ἰουδαῖοι σεβόμενοι τὴν ὗν ἢ δυσχεραίνοντες ἀπέχονται τῶν κρεῶν.
ἐπεὶ δὲ ταῦτ᾽ ἐρρήθη, βουλομένων τινῶν ἀντικατατείνειν, τὸν ἕτερον λόγον ἐκκρούων ὁ Καλλίστρατος ἔφη ‘πῶς ὑμῖν δοκεῖ λελέχθαι τὸ πρὸς ’